Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 2.22 Joseph. BJ 2.28 (English) >>Joseph. BJ 2.33

2.26

Ἔνθα καταστὰς Σαλώμης υἱὸς Ἀντίπατρος, ἦν δὲ τῶν ἐναντιουμένων Ἀρχελάῳ δεινότατος εἰπεῖν, κατηγόρει φάσκων τοῖς

-- --

μὲν λόγοις ἀμφισβητεῖν ἄρτι βασιλείας Ἀρχέλαον, τοῖς δʼ ἔργοις πάλαι γεγονέναι βασιλέα, κατειρωνεύεσθαι δὲ νῦν τῶν Καίσαρος ἀκοῶν, 2.27ὃν δικαστὴν τῆς διαδοχῆς οὐ περιέμεινεν, εἴ γε μετὰ τὴν Ἡρώδου τελευτὴν ἐγκαθέτους μὲν ὑποπέμψας τοὺς περιθήσοντας αὐτῷ τὸ διάδημα, προκαθίσας δʼ ἐπὶ τοῦ θρόνου καὶ χρηματίσας βασιλεὺς τάξεις τε τῆς στρατιᾶς ἀμείψας καὶ προκοπὰς χαρισάμενος, 2.28ἔτι δὲ τῷ δήμῳ πάντα κατανεύσας ὅσων ὡς παρὰ βασιλέως τυχεῖν ἠξίουν καὶ τοὺς ἐπὶ μεγίσταις αἰτίαις παρὰ τοῦ πατρὸς δεδεμένους λύσας, νῦν ἥκει παρὰ τοῦ δεσπότου σκιὰν αἰτησόμενος βασιλείας, ἧς ἥρπασεν ἑαυτῷ τὸ σῶμα, καὶ ποιῶν οὐ τῶν πραγμάτων ἀλλὰ τῶν ὀνομάτων κύριον Καίσαρα. 2.29προσωνείδιζεν δʼ ὡς καὶ τὸ πένθος κατειρωνεύσατο τοῦ πατρός, μεθʼ ἡμέραν μὲν ἐπισχηματίζων τὸ πρόσωπον εἰς λύπην, νύκτωρ δὲ μέχρις κώμων μεθυσκόμενος, ἐν καὶ τὴν ταραχὴν τοῦ πλήθους ἐκ τῆς ἐπὶ τούτοις ἀγανακτήσεως ἔλεγεν γεγονέναι. 2.30καὶ τὸν ἀγῶνα τοῦ λόγου παντὸς ἐναπηρείσατο τῷ πλήθει τῶν περὶ τὸν ναὸν φονευθέντων, οὓς ἐληλυθέναι μὲν ἐφʼ ἑορτήν, παρὰ δὲ ταῖς ἰδίαις θυσίαις ὠμῶς ἀπεσφάχθαι· καὶ τοσοῦτον ἐν τῷ ἱερῷ σεσωρεῦσθαι νεκρῶν πλῆθος, ὅσον οὐδʼ ἂν ἀλλόφυλος ἐσώρευσεν πόλεμος ἐπελθὼν ἀκήρυκτος.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 2.22 Joseph. BJ 2.28 (English) >>Joseph. BJ 2.33

Powered by PhiloLogic